Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.60 Dem. 22.63 (English) >>Dem. 22.66

22.62ἐγὼ μὲν γὰρ οἶδʼ ὅτι πάντες, εἰς οὓς ἐπαρῴνησεν οὗτος, τὴν μὲν εἰσφορὰν ἕκαστος ἀναγκαῖον ἀνάλωμʼ ὑπελάμβανεν εἶναι, τοιαῦτα δʼ ἀτιμασθεὶς καὶ προπηλακισθεὶς χαλεπῶς ἐνήνοχεν. κἀκεῖνο οἶδα, ὅτι χρήματʼ εἰσπράττειν τοῦτον ἐχειροτονήσαθʼ ὑμεῖς, οὐχὶ τὰς ἰδίας συμφορὰς ὀνειδίζειν καὶ προφέρειν ἑκάστῳ. εἴτε γὰρ ἦσαν ἀληθεῖς, οὐ σοὶ ῥητέαι (πολλὰ γὰρ ἡμῶν ἕκαστος οὐχ ὡς βούλεται πράττειεἴτε μὴ προσηκούσας κατεσκεύαζες, πῶς οὐχ ὁτιοῦν ἂν πάθοις δικαίως; 22.63ἔτι τοίνυν ἐκ τοῦδʼ ἀκριβέστερον γνώσεσθʼ ὅτι μισεῖ τοῦτον ἕκαστος οὐ διὰ τὴν εἴσπραξιν, ἀλλʼ ὑπὲρ ὧν ὑβρίσθη καὶ ἐπαρῳνήθη. Σάτυρος γὰρ τῶν νεωρίων ἐπιμελητὴς οὐχ ἑπτὰ τάλαντʼ εἰσέπραξεν ὑμῖν, ἀλλὰ τέτταρα καὶ τριάκοντα τοὺς αὐτοὺς τούτους ἀνθρώπους, ἐξ ὧν παρέθηκε τὰ σκεύη ταῖς ἐκπλευσάσαις ναυσίν· καὶ οὔτʼ ἐκεῖνος διὰ ταῦτʼ οὐδένʼ ἐχθρὸν αὑτῷ φησὶν εἶναι, οὔτε τῶν εἰσπραχθέντων οὐδεὶς ἐκείνῳ πολεμεῖ. μὲν γὰρ τὸ προστεταγμένον, οἶμαι, διεπράττετο, σὺ δὲ τῇ σαυτοῦ προπετείᾳ καὶ θρασύτητι λαβὼν ἐξουσίαν πόλλʼ ἀνηλωκότας εἰς τὴν πόλιν ἀνθρώπους καὶ σοῦ βελτίους καὶ ἐκ βελτιόνων ψευδέσι καὶ χαλεποῖς ὀνείδεσιν ᾤου δεῖν περιβάλλειν. 22.64εἶτα ταῦθʼ οὗτοι πεισθῶσʼ ὑπὲρ αὑτῶν σε ποιεῖν, καὶ τὰ τῆς σῆς ἀναισθησίας καὶ πονηρίας ἔργʼ ἐφʼ αὑτοὺς ἀναδέξωνται; ἀλλὰ μισεῖν δικαιότερον διὰ ταῦτά σʼ ὀφείλουσιν σῴζειν. τὸν γὰρ ὑπὲρ πόλεως πράττοντά τι δεῖ τὸ τῆς πόλεως ἦθος μιμεῖσθαι, καὶ σῴζειν ὑμῖν τοὺς τοιούτους, ἄνδρες Ἀθηναῖοι, προσήκει, καὶ μισεῖν τοὺς οἵουσπερ οὗτος. ὡς ἐκεῖνʼ εἰδόσιν μὲν ἴσως, ὅμως δʼ ἐρῶ· ὁποίους τινὰς ἂν φαίνησθʼ ἀγαπῶντες καὶ σῴζοντες, τούτοις ὅμοιοι δόξετʼ εἶναι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.60 Dem. 22.63 (English) >>Dem. 22.66

Powered by PhiloLogic